(ΕΠΙΛΟΓΕΣ ΑΠΟ ΑΛΦΑΒΗΤΟ)
῎Αναρχος Θεός καταβέβηκεν
καί ἐν τῇ Παρθένῳ κατώκησεν.
᾿Ερουρέμ, ἔρουμεμ, ἐρουρερουρερουρέμ,
χαῖρε ῎Αχραντε.
Βασιλεύς τῶν ὅλων καί Κύριος,
ἦλθε τόν ᾿Αδάμ ἀναπλάσασθαι.
᾿Ερουρέμ, ἔρουμεμ, ἐρουρερουρερουρέμ,
χαῖρε Δέσποινα.
Γηγενεῖς σκιρτᾶτε καί χαίρεσθε,
τάξεις τῶν ᾿Αγγέλων εὐφραίνεσθε,
᾿Ερουρέμ, ἔρουμεμ, ἐρουρερουρερουρέμ,
χαῖρε ῎Αχραντε.
Δέξαι Βηθλεέμ τόν Δεσπότην σου,
Βασιλέα πάντων καί Κύριον.
᾿Ερουρέμ, ἔρουμεμ, ἐρουρερουρερουρέμ,
χαῖρε Δέσποινα.
Φῶς ἐν τῷ σπηλαίῳ ἀνέτειλεν
καί τοῖς ἐν τῷ σκότει ἐπέλαμψεν.
᾿Ερουρέμ, ἔρουμεμ, ἐρουρερουρερουρέμ,
χαῖρε ῎Αχραντε.
Χαίρουσα ἡ κτίσις ἀγάλλεται
καί πανηγυρίζει κι εὐφραίνεται.
᾿Ερουρέμ, ἔρουμεμ, ἐρουρερουρερουρέμ,
χαῖρε Δέσποινα.
῏Ω Παρθενομήτωρ καί Δέσποινα,
σῶζε τούς εἰς Σέ καταφεύγοντας.
᾿Ερουρέμ, ἔρουμεμ, ἐρουρερουρερουρέμ,
χαῖρε Δέσποινα.
2 Comments
Leave A Comment
You must be logged in to post a comment.
Μια όμορφη ηχογράφηση από την χορωδία των Χ.Α. Θεσσαλονίκης.
Πολύ ωραία τά βυζαντινά κάλαντα!!! Μία ἄλλη ἐκδοχή:
Ἄναρχος Θεὸς καταβέβηκεν καὶ ἐν τῇ Παρθένῳ κατώκοισεν
ἔρου ρέμ ἔρου ρέμ ρέρου ρέρου ρέρου ρέμ χαῖρε Ἄχραντε.
Βασιλεὺς τῶν ὅλων καὶ Κύριος ἦλθε τὸν Ἀδὰμ ἀναπλάσασθαι
ἔρου ρέμ ἔρου ρέμ ρέρου ρέμ ρέρου ρέμ χαῖρε Δέσποινα.
Γηγενεῖς σκιρτάτε καὶ χαίρεσθε, τάξεις τῶν ἀγγέλων εὐφραίνεσθε!
Δεῦτε ἐν σπηλαίῳ θεάσασθαι, κείμενον ἐν φάτνῃ τὸν Κύριον
Ἐξ ἀνατολῶν μάγοι ἔρχονται δῶρα προσκομίζουσι ἄξια.
Ζητοῦν προσκυνήσαι τὸν Κύριον, τὸν ἐν τῷ σπηλαίῳ τικτόμενον.
Ἡ ἀστὴρ τοὺς μάγους ὁδήγησεν ἄνω τοῦ σπηλαίου τοὺς ἔφερεν
Θεὸς Βασιλεὺς προαιώνιος τίκτεται ἐκ κόρης Θεόπαιδος.
Ἱδὼν ὁ Ἡρῴδης ἐθαύμασε τὴν ὑπὸ τῶν μάγων ἀκρίβειαν.
Κράζει καὶ βοᾶ πρὸς τοὺς ἱερεῖς τοὺς δοξολογοῦντας τὸν Κύριον.
Λέγετε σοφοὶ καὶ διδάσκαλοι ἄρα που γεννᾶται ὁ Κύριος.
Μάγοι τῶν κηρύττουν καὶ λέγουσι Βασιλέα μέγα καὶ Κύριον.
Νῦν Ἡρῴδης σήμερον ἤκουσεν ἀληθείας θαῦμα κι ἐθαύμασεν
Ξένον καὶ παράδοξον ἄκουσμα, τὴν ὑπὸ τῶν μάγων ἀκρίβειαν
Ὁ μακροθυμήσας καὶ Κύριος, σώσαι τοὺς εἰς Σε καταφεύγοντας
Ποιμένες ἰδόντες ἐδόξαζον, δόξα ἐν ὑψίστοις ἐκραύγαζον.
Ῥῆμα Ἰωσὴφ νύκτα ἤκουσεν ἄγγελος Κυρίου ἐλάλησε.
Σήμερον γεννᾶται ὁ Κύριος καὶ πᾶσα ἡ κτίσις ἀγάλλεται.
Τρεῖς τὰς ὑποστάσεις ἐγνώκαμεν· Πατέρα, Υἱόν, Πνεῦμα Ἅγιον.
Ὑπὸ ἀρχαγγέλων ὑμνούμενον καὶ τῶν Σεραφεὶμ δοξαζόμενον.
Ἔρου ρέμ ἔρου ρέμ ἔρου ἔρου ρέμ χαῖρε Ἄχραντε.
Φῶς ἐν τῷ σπηλαίῳ ἐπέφανεν καὶ τὸν κόσμον ὅλον ἐφώτισε
Ἅγιος, Ἅγιος, Ἅγιος ὑπάρχεις καὶ Κύριος.
Ψάλλοντες Χριστὸν τὸν Θεὸν ἡμῶν τὸν ἐν τῷ σπηλαίῳ τικτόμενον.
Ἅγιος, Ἅγιος, Ἅγιος ὑπάρχεις καὶ Κύριος.
Ὢ παρθενομήτορ καὶ Δέσποινα· σῷζε τοὺς εἰς Σὲ καταφεύγοντας.
Ἔρου ρέμ ἔρου ρέμ ἔρου ἔρου ρέμ χαίρε Ἄχραντε.
Ἅγιος, Ἅγιος, Ἅγιος ὑπάρχεις καὶ Κύριος.