Προσευχή για τους μαθητές που δίνουν πανελλήνιες εξετάσεις

Από τον ικετήριο κανόνα στο Δεσπότη Χριστό

Ὡς ἀγαθόδωρος Δεσπότης Χριστέ μου,
καί χορηγός τῶν ὑπέρ νοῦν χαρισμάτων,
Σοφία του σέ Φύσαντος ἀπέραντος,
δώρησαι τοῖς δούλοις σου,
μαθηταῖς τήν σήν ῥῶσιν,
ἵνα τήν ἐξέτασιν,
καί τήν πᾶσαν παιδείαν,
ἐν τῇ ἑκάστου Κύριε σχολῇ,
ἐν ἐπιστήμῃ καί γνώσει ποιήσωσι.

Νυσταγμόν ἀμελείας,
θεοπρεπῶς Δέσποτα,
ἄπωσον ἐκ τῶν ὑπό κρίσιν,
σπουδῶν τεκνίων σου,
καί τούτοις χάρισαι
τόν φωτισμόν διανοίας,
τήν πρός Σέ ἀγάπησιν,
καί τήν ἐγρήγορσιν.

Οἰκτιρμοῖς οὐρανίοις,
νεανικόν ὅμιλον,
πάντων σπουδαστῶν καί ἐφήβων,
Σῶτερ ἐνίσχυσον,
ὡς ἄν τον τάραχον,
τῆς ψυχικῆς ἀθυμίας,
καί σωμάτων κόπωσιν,
διασκεδάσωσι.

Τόν ἀγώνα εὐλόγησον
τῶν ὑποψηφίων πρός τά ἱδρύματα,
τά ἀνώτατα καί δώρησαι
πᾶσι τήν σήν χάριν καί τήν σκέπην σου.

Πρόθυμον σπουδήν,
πρός μελέτην καί ἐμπέδωσιν,
τῶν ποικίλων μαθημάτων Ἰησοῦ
τοῖς παιδίοις ἀφειδῶς ἐπιχορήγησον.

Ἀπέλασον,
ταχινῶς ἐμπόδια,
τά κωλύοντα τήν εἴσοδον Σῶτερ,
πρός τάς σχολάς τῆς βροτείου σοφίας,
τῶν εὐελπίδων ἀνθρώπων καί πρόφθασον,
τάς θλιβεράς ἐπιπλοπκάς,
ἐν τῷ χρόνῳ αὐτῶν τῆς παιδεύσεως.

Συνέσεως,
τῷ φωτί καταύγασον,
τήν φιλόϋλον χορείαν τῶν νέων,
ἐν τῷ ἐμμένειν στερρῶς Ἰησοπυ μου,
εἰς τήν ἐκμάθησιν πάσης τῆς γνώσεως,
τῆς δυναμένης πρός Σχολάς,
εὐχερῶς ὁδηγῆσαι τάς κρείττονας.

Ὑπό τήν σκέπην,
τῶν οἰκτιρμῶν σου ἐλπίζει,
ἡ χορεία σπουδαζόντων τάς εἰσόδους,
πρός σχολάς ποιῆσαι,
τῶν πανεπιστημίων.

1 αστεράκι2 αστεράκια3 αστεράκια4 αστεράκια5 αστεράκια (Καμία βαθμολόγηση προς το παρόν.)
Loading...

Αφήστε μια απάντηση